Αρχική » Χριστούγεννα 2020 - 2021 » Κάλαντα Χριστουγέννων » Βυζαντινά Κάλαντα Χριστουγέννων – Τα 24 γράμματα του αλφαβήτου

Βυζαντινά Κάλαντα Χριστουγέννων – Τα 24 γράμματα του αλφαβήτου

Τα Βυζαντινά Χριστουγεννιάτικα Κάλαντα θυμίζουν αλφαβητάρι, κάθε στίχος τους ξεκινάει από ένα γράμμα του αλφαβήτου κατά σειρά, με Θεολογικό περιεχόμενο.


Βυζαντινά Κάλαντα Χριστουγέννων – Στίχοι

Byzantine Christmas Carols


Ἄναρχος Θεὸς καταβέβηκεν καὶ ἐν τῇ Παρθένῳ κατώκησεν,
ἐρουρεμ-ἐρουρεμ-ἐρουρερου-ἐρουρεμ, Χαῖρε Ἄχραντε.


Βασιλεὺς τῶν ὅλων καὶ Κύριος, ἦλθες τὸν Ἀδὰμ ἀναπλάσασθαι,
ἐρουρεμ-ἐρουρεμ-ἐρουρερου-ἐρουρεμ, Χαῖρε Ἄχραντε.


Γηγενεῖς σκιρτᾶτε καὶ χαίρετε, τάξεις τῶν ἀγγέλων εὐφραίνονται,
ἐρουρεμ-ἐρουρεμ-ἐρουρερου-ἐρουρεμ, Χαῖρε Ἄχραντε.


Δεῦτε ἐν σπηλαίῳ κατείδομεν, κείμενον ἐν φάτνῃ, τὸν Κύριον,
ἐρουρεμ-ἐρουρεμ-ἐρουρερουρεμ, Χαῖρε Δέσποινα.


Ἐξ ἀνατολῶν μάγοι ἔρχονται δῶρα προσκομίζουσιν ἄξια,
ἐρουρεμ-ἐρουρεμ-ἐρουρερουρεμ, Χαῖρε Δέσποινα.


Ἤκουσεν Ἡρώδης τὸ μήνυμα κι ὅλος ἐταράχθη ὁ δόλιος,
τεριριριρεμ-τεριριριρεμ-τεμ καὶ ἀνανες, Χαῖρε Ἄχραντε.


Θεόδρομον ἄστρον θεώμενοι, μάγοι τῶν Περσῶν ἐξεκίνησαν,
τεριριριρεμ-τεριριριρεμ-τεμ καὶ ἀνανες, Χαῖρε Ἄχραντε.


Κάκωσιν προστάξας ὁ τύραννος, τῆς Ραχήλ τὰ τέκνα κατέσφαξεν,
τεριριριρεμ-τεριριριρεμ-τεμ καὶ ἀνανες, Χαῖρε Ἄχραντε.


Βυζαντινά Κάλαντα Χριστουγέννων – Τα 24 γράμματα του αλφαβήτου

Άναρχος Θεός καταβέβηκεν και εν τη Παρθένω κατώκησεν
Βασιλεύς των όλων και Κύριος, ήλθε τον Αδάμ αναπλάσασθαί
Γηγενείς σκιρτάτε και χαίρεσθε, τάξεις των αγγέλων ευφραίνεσθε
Δέξαι Βηθλεεμ τον Δεσπότην σου, Βασιλέα πάντω και Κύριον
Εξ ανατολών Μάγοι έρχονται, δώρα προσκομίζοντες άξια
Ζητούν προσκυνήσαι τον Κύριον, τον εν τω σπηλαίω τικτόμενον
Ήνεγγεν αστήρν μάγους οδηγών, ένδον του σπηλαίου εκόμισεν
Θεός, βασιλεύς προαιώνιος, τίκτεται εκ κόρης Θεόπαιδος
Ιδών ο Ηρώδης ως έμαθεν, όλω εξεπλάγη ο δείλαιος
Κράζει και βοά προς τους ιερείς, τους δοξολογούντας τον Κύριον
Λέγετε σοφοί και διδάκαλοι άρα που γεννάται ο Κύριος;
Μέγα και φρικτόν το τεράστιον, ο εν ουρανοίς επεδήμησεν
Νύκτα Ιωσήφ ρήμα ήκουσε, άγγελος Κυρίου ελάλησεν
Ξένον και παράδοξον άκουσμα και η συγκατάβασις άρρητος
Ο μακροθυμίσας και εύσπλαχνος, πάντων υπομένει τα πταίσματα
Πάλιν ουρανοί ανεώχθησαν άγγλοι αυτού ανυμνήτωσαν
Ρήτορες ελθόντες προσέπεσον βασιλέα μέγαν και ένδοξον
Σήμερον η κτίσις αγάλλεται και πανηγύρίζει κι ευφραίνεται
Τάξεις των αγγέλων εξέστησαν επί το παράδοξον θέαμα
Ύμνους και δεήσεις ανέμελπον των πάντων δεσπότην και άνακτα
Φως εν τω σπηλαίω ανέτειλε και τοις εν τω σκότει επέλαμψε
Χαίρουσα η φύσις αγάλλεται και πανηγυρίζει κι ευφραίνεται
Ψάλλοντες Χριστόν, τον Θεόν ημών, τον εν τω σπηλαίω τικτόμενον
Ω Παρθενομήτορ και Δέσποινα, σώζε του εις Σε καταφεύγοντας.

#Βυζαντινά #Χριστουγεννιάτικα #Κάλαντα που θυμίζουν #αλφαβητάρι